Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.298 Joseph. AJ 8.302 (English) >>Joseph. AJ 8.307

8.300ὅτι βασιλεὺς ὑπʼ αὐτοῦ γενόμενος οὐκ ἠμείψατο τὴν εὐεργεσίαν τῷ δικαίως προστῆναι τοῦ πλήθους καὶ εὐσεβῶς, ἅπερ αὐτοῖς πρῶτον τοῖς οὖσι τοιούτοις ἀγαθὰ ἔπειτα τῷ θεῷ φίλα, τὸν δὲ κάκιστον Ἱεροβόαμον ἐμιμήσατο καὶ τῆς ψυχῆς ἀπολομένης τῆς ἐκείνου ζῶσαν αὐτοῦ τὴν πονηρίαν ἐνεδείξατο· πεῖραν οὖν ἕξειν εἰκότως τῆς ὁμοίας συμφορᾶς αὐτὸν ἔλεγεν ὅμοιον αὐτῷ γενόμενον. 8.301Βασάνης δὲ προακηκοὼς τὰ μέλλοντα αὐτῷ συμβήσεσθαι κακὰ μεθʼ ὅλης τῆς γενεᾶς ἐπὶ τοῖς τετολμημένοις οὐ πρὸς τὸ λοιπὸν ἡσύχασεν, ἵνα μὴ μᾶλλον πονηρὸς δόξας ἀποθάνῃ καὶ περὶ τῶν παρῳχημένων ἔκτοτε γοῦν μετανοήσας συγγνώμης τύχῃ, 8.302ἀλλʼ ὥσπερ οἱ προκειμένων αὐτοῖς ἄθλων ἐπὰν περί τι σπουδάσωσιν οὐ διαλείπουσι περὶ τοῦτο ἐνεργοῦντες, οὕτω καὶ Βασάνης προειρηκότος αὐτῷ τοῦ προφήτου τὰ μέλλοντα ὡς ἐπʼ ἀγαθοῖς τοῖς μεγίστοις κακοῖς ὀλέθρῳ γένους καὶ οἰκίας ἀπωλείᾳ χείρων ἐγένετο, καὶ καθʼ ἑκάστην ἡμέραν ὥσπερ ἀθλητὴς κακίας τοῖς περὶ ταύτην πόνοις προσετίθει. 8.303καὶ τελευταῖον τὴν στρατιὰν παραλαβὼν πάλιν ἐπῆλθε πόλει τινὶ τῶν οὐκ ἀφανῶν Ἀρμαθῶνι τοὔνομα σταδίους ἀπεχούσῃ Ἱεροσολύμων τεσσαράκοντα, καὶ καταλαβόμενος αὐτὴν ὠχύρου προδιεγνωκὼς καταλιπεῖν ἐν αὐτῇ δύναμιν, ἵνʼ ἐκεῖθεν ὡρμημένοι τὴν Ἀσάνου βασιλείαν κακώσωσι. 8.304

Φοβηθεὶς δὲ Ἄσανος τὴν ἐπιχείρησιν τοῦ πολεμίου καὶ λογισάμενος, ὡς πολλὰ διαθήσει κακὰ τὴν ὑπʼ αὐτῷ βασιλευομένην ἅπασαν καταλειφθεὶς ἐν Ἀρμαθῶνι στρατός, ἔπεμψε πρὸς τὸν Δαμασκηνῶν βασιλέα πρέσβεις καὶ χρυσὸν καὶ ἄργυρον παρακαλῶν συμμαχίαν καὶ ὑπομιμνήσκων, ὅτι καὶ πατρῴα φιλία πρὸς ἀλλήλους ἐστὶν αὐτοῖς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.298 Joseph. AJ 8.302 (English) >>Joseph. AJ 8.307

Powered by PhiloLogic